Το Ἀπολυτίκιον
- Λεπτομέρειες
- Δημοσιεύθηκε : Πέμπτη, 14 Δεκεμβρίου 2017 17:33
Ἀπολυτίκιον (Κατέβασμα) Ψάλλει χορός υπό τον Δημήτριο Παπαδημητράκη, πρωτοψάλτη του Ιερού Ναού Αγίας Φιλοθέης, Δήμου Φιλοθέης Αττικής
Ἀθηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν ὁσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ, καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα, διδόναι πᾶσι τὸ θεῖον ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἀθηνῶν τῶν κλεινῶν τε νῦν καὶ πάλαι τὸ βλάστημα καὶ τῶν χθὲς καὶ πρώην ὁσίων τὸ ἀρίζηλον καύχημα τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, ὁσίαν Φιλοθέην εὐλαβῶς ὅτι τὸν Χριστὸν εὐτόνως πάντων τῶν γεηρῶν ἀντήλλαξεν. Ἔχουσα οὗν συμπρεσβευτὴν τὸν παμμέγαν Διονύσιον, σῶζε τοὺς προσκυνούντας, εὐσεβῶς τὸ πάνσεπτον σκῆνος σου.
Ἕτερον Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὅσιων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή, τὴν πόλιν ἐφαίδρυνας, τῶν Ἀθηναίων τῇ σῇ, ἀσκήσει καὶ χάριτι· σὺ γὰρ ἐν εὐποιΐαις, διαλάμπουσα Μῆτερ, ἤθλησας δι’ ἀγάπην, εὐσεβῶς τοῦ πλησίον· διό σε ὦ Φιλοθέη, Χριστὸς ἐδόξασε.